호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ γὰρ ἐκεῖνος οὔπω συντεταραγμένων τῶν Ἑλληνικῶν, ἀλλ ἀκμὴν ἐχόντων ἐτελεύτησεν, ἐπὶ στρατοπέδου μέντοι καὶ στρατηγῶν, οὐκ ἀπειρηκὼς οὐδ ἀλύων, οὐδέ τῶν ὅπλων καὶ τῶν στρατηγιῶν καὶ τῶν τροπαίων ἔπαθλον ποιούμενος εὐωχίας καὶ πότους, ὥσπερ Πλάτων ἐπισκώπτει τοὺς περὶ τὸν Ὀρφέα, τοῖς εὖ βεβιωκόσι φάσκοντας ἀποκεῖσθαι γέρας ἐν ;? δου μέθην αἰώνιον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기