호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν αὐταῖς τοίνυν ταῖς πολεμικαῖς πράξεσιν ὁ μὲν Δίων ἄμεμπτος γέγονε στρατηγός, ὡς μὲν αὐτὸς ἐβουλεύετο τοῖς πράγμασιν ἄριστα χρώμενος, ἃ δ ἐπταίσθη δι ἑτέρους ἀναλαβὼν καὶ μεταστήσας ἐπὶ τὸ βέλτιον:? ὁ δὲ Βροῦτος τὸν ἔσχατον ἀγῶνα ὑπὲρ τῶν ὅλων οὔθ ὑποστῆναι δοκεῖ φρονίμως οὔτε σφαλεὶς ἐπανόρθωσιν εὑρεῖν, ἀλλ ἀπεῖπε καὶ προεῖτο τὰς ἐλπίδας, οὐδ ὅσον Πομπήϊος ἐπιτολμήσας τῇ τύχῃ:
καὶ ταῦτα πολλῆς μὲν αὐτόθι λειπομένης ἐλπίδος ἐν τοῖς ὅπλοις, ταῖς δὲ ναυσὶ κρατῶν πάσης βεβαίως τῆς θαλάσσης. ὃ δὲ μέγιστόν ἐστιν ὧν ἐγκαλοῦσι Βρούτῳ, τὸ σωθέντα τῇ Καίσαρος χάριτι καὶ σώσαντα τῶν συνεαλωκότων ὅσους ἐβούλετο καὶ φίλον νομιζόμενον καὶ προτιμηθέντα πολλῶν αὐτόχειρα τοῦ σώσαντος γενέσθαι, τοῦτ οὐκ ἄν τις εἴποι κατὰ Δίωνος, ἀλλὰ τοὐναντίον, οἰκεῖος μὲν ὢν Διονυσίῳ καὶ φίλος ὤρθου τὰ πράγματα καὶ συνδιεφύλαττεν, ἐκπεσὼν δὲ τῆς πατρίδος καὶ ἀδικηθεὶς περὶ τὴν γυναῖκα καὶ τὴν οὐσίαν ἀπολέσας ἐκ προφανοῦς εἰς πόλεμον κατέστη νόμιμον καὶ δίκαιον.
ἢ τοῦτ ἀντιστρέφει πρῶτον·
ὃ γὰρ εἰς ἔπαινον ὑπάρχει τοῖς ἀνδράσι μέγιστον, ἡ πρὸς τοὺς τυράννους ἀπέχθεια καὶ μισοπονηρία, τοῦτ εἰλικρινές ἐστι τῷ Βρούτῳ καὶ καθαρόν, ἰδίᾳ γὰρ οὐδὲν ἐγκαλῶν Καίσαρι τῆς κοινῆς προεκινδύνευεν ἐλευθερίας: ὁ δ εἰ μὴ κακῶς ἔπαθεν αὐτός, οὐκ ἂν ἐπολέμησε, καὶ τοῦτο δηλοῦται ταῖς Πλάτωνος ἐπιστολαῖς, ἐξ ὧν δῆλός ἐστιν ὡς ἀποβληθεὶς τῆς τυραννίδος, οὐκ ἀποστάς, κατέλυσε Διονύσιον.
ἔτι Βροῦτον μὲν καὶ Πομπηϊῴ φίλον ἐποίησεν, ἐχθρὸν ὄντα, καὶ πολέμιον Καίσαρι, τὸ κοινῇ συμφέρον, ὡς ἔχθρας ὁρ´ῳ καὶ φιλίας ἑνὶ χρώμενον τῷ δικαίῳ: Δίων δὲ πρὸς χάριν ὤρθου πολλὰ Διονύσιον, ὅτ ἦν βέβαιος αὑτῷ, καὶ πρὸς ὀργὴν ἀπιστηθεὶς ἐπολέμησε. διὸ τούτῳ μὲν οὐδ οἱ φίλοι πάντες ἐπίστευσαν, ὡς μεταστήσας Διονύσιον οὐκ ἂν βεβαιώσαιτο τὴν ἀρχὴν αὑτῷ, πρᾳοτέρῳ τυραννίδος ὀνόματι παραγαγὼν τοὺς πολίτας, περὶ δὲ τοῦ Βρούτου τῶν ἐχθρῶν ἦν ἀκούειν ὅτι μόνος τῶν ἐπὶ Καίσαρα συναραμένων ἕνα προὔθετο σκοπὸν ἀπ ἀρχῆς ἄχρι τέλους τὴν πάτριον ἀποδοῦναι Ῥωμαίοις πολιτείαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기