- 텍스트

Plutarch, Comparison of Dion and Brutus, chapter 2

(플루타르코스, Comparison of Dion and Brutus, chapter 2)

καὶ μὴν οὐχ ὅμοιον Διονυσίου Συρακουσίοις ἡ Καίσαρος ἀπαλλαγῆναι Ῥωμαίοις.? ὁ μὲν γὰρ οὐδ ἠρνεῖτο τύραννος εἶναι κακῶν τε μυρίων ἐμπεπλήκει Σικελίαν ἡ δὲ Καίσαρος ἀρχὴ συνισταμένη μὲν οὐκ ὀλίγα τοῖς ἐναντιουμένοις πράγματα παρέσχε, δεξαμένοις δὲ καὶ κρατηθεῖσιν ὄνομα καὶ δόκησις ἐφάνη μόνον, ἔργον δ ἀπ αὐτῆς οὐδὲν ὠμὸν οὐδὲ τυραννικὸν ὑπῆρξεν, ἀλλὰ καὶ δεομένοις ἔδοξε τοῖς πράγμασι μοναρχίας πρᾳότατος ὥσπερ ἰατρὸς ὑπ αὐτοῦ τοῦ δαίμονος δεδόσθαι. διὸ Καίσαρα μὲν εὐθὺς ἐπόθησεν ὁ Ῥωμαίων δῆμος, ὥστε χαλεπὸς γενέσθαι καὶ ἀπαραίτητος τοῖς ἀπεκτονόσι, Δίωνα δ ἡ Διονυσίου πάρεσις ἐκ Συρακουσῶν καὶ τὸ μὴ κατασκάψαι τοῦ προτέρου τυράννου τὸν τάφον ἐπαίτιον μάλιστα πρὸς τοὺς πολίτας ἐποίησεν.?

상위

Plutarch (플루타르코스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION