호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἃ μὲν οὖν ἄξια μνήμης πυθέσθαι περὶ Ῥωμύλου καὶ Θησέως συμβέβηκεν ἡμῖν, ταῦτ ἐστί.? φαίνεται δὲ πρῶτον ὁ μὲν ἐκ προαιρέσεως, οὐδενὸς ἀναγκάζοντος, ἀλλ ἐξὸν ἀδεῶς ἐν Τροιζῆνι βασιλεύειν διαδεξάμενον ἀρχὴν οὐκ ἄδοξον, αὐτὸς ἀφ ἑαυτοῦ μεγάλων ὀρεχθείς: ἔπειτα τούτου μὲν ἔργον ἐστὶ τὸ μέγιστον ἀνελεῖν ἕνα τὸν Ἄλβης τύραννον, ἐκείνου δὲ πάρεργα καὶ προάγωνες ἦσαν ὁ Σκείρων, ὁ Σίνις, ὁ Προκρούστης, ὁ Κορυνήτης, οὓς ἀναιρῶν καὶ κολάζων ἀπήλαττε τὴν Ἑλλάδα δεινῶν τυράννων πρὶν ὅστις ἐστὶ γινώσκειν τοὺς ὑπ αὐτοῦ σῳζομένους, καὶ τῷ μὲν παρῆν ἀπραγμόνως κομίζεσθαι διὰ θαλάττης ἀδικουμένῳ μηδὲν ὑπὸ τῶν λῃστῶν, Ῥωμύλῳ δ οὐ παρῆν μὴ πράγματα ἔχειν Ἀμουλίου ζῶντος, μέγα δὲ τούτου τεκμήριον ὁ μὲν γὰρ οὐδὲν αὐτὸς ἀδικούμενος ὡρ´μησεν ὑπὲρ ἄλλων ἐπὶ τοὺς πονηρούς, οἱ δ ὅσον αὐτοὶ κακῶς οὐκ ἔπασχον ὑπὸ τοῦ τυράννου, περιεώρων ἀδικοῦντα πάντας.
καὶ μὴν εἰ μέγα τὸ τρωθῆναι μαχόμενον Σαβίνοις καὶ ἀνελεῖν Ἄκρωνα καὶ πολλῶν μάχῃ κρατῆσαι πολεμίων, τούτοις μὲν ἔστι τοῖς ἔργοις κενταυρομαχίαν καὶ τὰ πρὸς Ἀμαζόνας παραβαλεῖν:
ὃ δ ἐτόλμησε Θησεὺς περὶ τὸν Κρητικὸν δασμόν, εἴτε τινὶ θηρίῳ βοράν, εἴτε πρόσφαγμα τοῖς Ἀνδρόγεω τάφοις, εἴθ, ὃ κουφότατόν ἐστὶ τῶν λεγομένων, λατρεύειν παρ ἀνδράσιν ὑβρισταῖς καὶ δυσμενέσιν ἀκλεῆ λατρείαν καὶ ἄτιμον ἐπιδοὺς ἑαυτόν, ἑκουσίως μετὰ παρθένων πλεύσας καὶ παίδων νέων, οὐκ ἂν εἴποι τις ἡλίκης ἐστὶ τόλμης ἢ μεγαλοφροσύνης ἢ δικαιοσύνης περὶ τὸ κοινὸν ἢ πόθου δόξης καὶ ἀρετῆς, ὥστ ἔμοιγε φαίνεται μὴ κακῶς ὁρίζεσθαι τοὺς φιλοσόφους τὸν ἔρωτα θεῶν ὑπηρεσίαν πρὸς ἐπιμέλειαν καὶ σωτηρίαν νέων.
ὁ γὰρ Ἀριάδνης ἔρως παντὸς μᾶλλον ἐοίκεν ἔργον θεοῦ καὶ μηχανὴ γενέσθαι σωτηρίας ἕνεκα τοῦ ἀνδρός, καὶ οὐκ ἄξιον αἰτιᾶσθαι τὴν ἐρασθεῖσαν, ἀλλὰ θαυμάζειν εἰ μὴ πάντες οὕτω καὶ πᾶσαι διετέθησαν:
εἰ δ ἐκείνη μόνη τοῦτ ἔπαθεν, εἰκότως ἔγωγε φαίην ἂν αὐτὴν ἀξιέραστον θεῷ γεγονέναι, φιλόκαλον καὶ φιλάγαθον καὶ τῶν ἀρίστων ἐρωτικὴν οὖσαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기