호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν τοίνυν ἐγκλημάτων τῶν κατὰ Τιβερίου μέγιστόν ἐστιν ὅτι τὸν συνάρχοντα τῆς δημαρχίας ἐξέβαλε Καὶ δευτέραν αὐτὸς δημαρχίαν μετῄει:? Γαϊῴ δὲ τὸν Ἀντυλλίου φόνον οὐ δικαίως οὐδὲ ἀληθῶς προσετρίβοντο διεφθάρη γὰρ ἄκοντος αὑτοῦ Καὶ ἀγανακτοῦντος. Κλεομένης δέ, ἵνα τὰς σφαγὰς τῶν ἐφόρων ἐάσωμεν, ἠλευθέρωσε μὲν ἅπαντας τοὺς οἰκέτας, ἐβασίλευσε δὲ τῷ μὲν ἔργῳ μόνος, τῶ δὲ ὀνόματι δεύτερος, Εὐκλείδαν τὸν αοελφὸν ; ἐκ μιᾶς οἰκίας αὑτῷ προσελόμενος, Ἀρχίδαμον δέ, ᾧ προσῆκον ἦν ἀπὸ τῆς ἑτέρας οἰκίας ὄντι συμβασιλεύειν, ἔπεισε μὲν ἐκ Μεσσήνης κατελθεῖν, ἀποθανόντος δὲ τὸν φόνον οὐκ ἐπεξελθών ἐβεβαίωσε τὴν αἰτίαν καθ αὑτοῦ τῆς ἀναιρέσεως, καίτοι Λυκοῦργος, ὃν προσεποιεῖτο μιμεῖσθαι, τὴν μὲν βασιλείαν ἑκὼν ἀπέδωκε τῷ παιδὶ τοῦ ἀδελφοῦ Χαρίλλῳ, φοβούμενος δὲ μή, κἂν ἄλλως ἀποθάνῃ τὸ μειράκιον, αἰτία τις ἐπ αὐτὸν ἔλθῃ, πολὺν χρόνον ἔξω πλανηθεὶς οὐ πρότερον ἐπανῆλθεν ἢ παῖδα τῷ Χαρίλλῳ γενέσθαι διάδοχον τῆς ἀρχῆς, ἀλλὰ Λυκούργῳ μὲν οὐδὲ ἄλλος τις Ἑλλήνων παραβλητὸς οὐδείς:
ὅτι δὲ τοῖς Κλεομένους πολιτεύμασι καινοτομίαι Καὶ παρανομίαι μείζονες ἔνεισι, δεδήλωται.
καὶ μὴν οἵ γε τὸν τρόπον αὑτῶν ψέγοντες τούτοις μὲν ἐξ ἀρχῆς τυραννικὸν Καὶ πολεμοποιὸν αἰτιῶνται γενέσθαι, τῇ δὲ ἐκείνων φύσει φιλοτιμίας ἀμετρίαν, ἄλλο δὲ οὐδέν οἱ φθονοῦντες ἐπικαλεῖν εἶχον ἐκριπισθέντας δὲ τῷ πρὸς τοὺς ἐνισταμένους ἀγῶνι Καὶ θυμῷ παρὰ τὴν αὑτῶν φύσιν ὥσπερ πνοαῖς, ἐφεῖναι περὶ τὰ ἔσχατα τὴν πολιτείαν ὡμολόγουν.
ἐπεὶ τῆς γε πρώτης ὑποθέσεως τί κάλλιον ἢ δικαιότερον ἦν, εἰ μὴ κατὰ βίαν Καὶ δυναστείαν ἐπιχειρήσαντες ἐξῶσαι τὸν νόμον οἱ πλούσιοι περιέστησαν ἀμφοτέροις ἀγῶνας, τῷ μὲν φοβουμένῳ ὑπὲρ αὑτοῦ, τῷ δὲ ἐκδικοῦντι τὸν ἀδελφόν ἄνευ δίκης Καὶ δόγματος οὐδὲ ὑπ ἄρχοντος ἀναιρεθέντα·
Συνορᾷς μὲν οὖν Καὶ αὐτὸς ἐκ τῶν εἰρημένων τὴν διαφοράν εἰ δὲ δεῖ Καὶ καθ ἕκαστον ἀποφήνασθαι, Τιβέριον μὲν ἀρετῇ πεπρωτευκέναι τίθημι πάντων, ἐλάχιστα δὲ ἡμαρτηκέναι τὸ μειράκιον Ἆγιν, πράξει δὲ Καὶ τόλμῃ Γάϊον οὐκ ὀλίγῳ Κλεομένους ὕστερον γεγονέναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기