- 텍스트

Plutarch, Cato the Younger, chapter 12

(플루타르코스, Cato the Younger, chapter 12)

ἐπεὶ δὲ τέλος εἶχεν ἡ στρατεία τῷ Κάτωνι, προεπέμφθη, οὐκ εὐχαῖς, ὃ κοινόν ἐστιν, οὐδ ἐπαίνοις, ἀλλὰ δάκρυσι καὶ περιβολαῖς ἀπλήστοις, ὑποτιθέντων τὰ ἱμάτια τοῖς ποσὶν ᾗ βαδίζοι καὶ καταφιλούντων τὰς χεῖρας, ἃ τῶν αὐτοκρατόρων ὀλίγοις μόλις ἐποίουν οἱ τότε Ῥωμαῖοι.? βουληθεὶς δὲ πρὸ τοῦ πολιτείᾳ προσελθεῖν ἅμα μὲν πλανηθῆναι καθ ἱστορίαν τῆς Ἀσίας καὶ γενέσθαι θεατὴς ἠθῶν καὶ βίων καὶ δυνάμεως τῆς περὶ ἑκάστην ἐπαρχίαν, ἅμα δὲ τῷ Γαλάτῃ Δηϊοτάρῳ διὰ ξενίαν καὶ φιλίαν πατρῴαν δεομένῳ πρὸς αὐτὸν ἐλθεῖν μὴ ἀχαριστῆσαι, τοῦτον τὸν τρόπον ἐποιεῖτο τὴν ἀποδημίαν.

προὔπεμπεν ἅμ ἡμέρᾳ τὸν ἀρτοποιὸν καὶ τὸν μάγειρον ὅπου καταλύσειν ἔμελλεν. οἱ δὲ πάνυ κοσμίως καὶ μεθ ἡσυχίας εἰσελθόντες ἂν εἰς τὴν πόλιν, εἰ μηδεὶς τύχοι τῷ Κάτωνι φίλος ὢν αὐτόθι πατρῷος ἢ γνώριμος, ἐν πανδοκείῳ τὴν ὑποδοχὴν αὐτῷ παρεσκεύαζον, ἐνοχλοῦντες οὐδενί:

πανδοκείου δὲ μὴ ὄντος, οὕτως πρὶς τοὺς ἄρχοντας τραπόμενοι ξενίαν ἐλάμβανον, ἀγαπῶντες τὴν δοθεῖσαν. πολλάκις δὲ ἀπιστούμενοι καὶ περιορώμενοι διὰ τὸ μὴ θορύβῳ μηδὲ ἀπειλῇ ταῦτα πράσσειν πρὸς τοὺς ἄρχοντας, ὑπὸ τοῦ Κάτωνος ἄπρακτοι κατελαμβάνοντο, καὶ μᾶλλον αὐτὸς ὀφθεὶς ὠλιγωρεῖτο, καὶ παρεῖχεν ἐπὶ τῶν φορτίων σιωπῇ καθεζόμενος ὑπόνοιαν ἀνθρώπου ταπεινοῦ καὶ περιδεοῦς.

"ὦ μοχθηροί, μεταβάλεσθε ταύτης τῆς κακοξενίας.

"οὐ πάντες ὑμῖν ἀφίξονται Κάτωνες. "ἀμβλύνατε ταῖς φιλοφροσύναις τὴν ἐξουσίαν τῶν δεομένων προφάσεως, ἵνα βίᾳ, λαμβάνωσιν, ὡς παρ ἑκόντων μὴ τυγχάνοντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION