호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ τοὺς παρ αὐτῷ παραστήσεσθαι μέλλοντας ἑώρα δεδιότας τὸν ἐπιόντα κίνδυνον διὰ τὸ τῶν πολεμίων πλῆθος εἴκοσι γὰρ ἦσαν μυριάδες καὶ τὴν τῶν περὶ αὑτὸν ὀλιγότητα, πρὸ τῆς παρα τάξεως ἔγνω προμηθήσεσθαι ἀσυνειδήτως τοῖς ἄλλοις: προσέγραψε. καὶ λαβὼν παρὰ τοῦ μάντεως τὸ ἧπαρ ἐπέθηκε μὲν ἐπὶ τὴν ὑπογεγραμμένην χεῖρα: κρατῶν δὲ ἐφ ἱκανὸν χρόνον ὑπέφαινε δισταγμὸν καὶ προσποίησιν εἶχεν ἀποροῦντος, μέχρι τῷ ἥπατι συναναληφθέντες ἐτυπώθησαν οἱ τῶν γραμμάτων χαρακτῆρες. καὶ τότε τοῖς συναγωνίζεσθαι μέλλουσιν ἐπεδείκνυε, φάμενος τοὺς θεοὺς διὰ τῶν γεγραμμένων ἐκφῆναι νίκην. ἀσφαλὲς οὖν τεκμήριον δόξαντες ἔχειν τοῦ κρατῆσαι ἐθάρρησαν πρὸς τὴν μάχην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기