호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ δὲ διαβὰσ τὸν Ἑλλήσποντον ἐβάδιζε διὰ τῆσ Θρᾴκησ, ἐδεήθη μὲν οὐδενὸσ τῶν βαρβάρων, πέμπων δὲ πρὸσ ἑκάστουσ ἐπυνθάνετο πότερον ὡσ φιλίαν ἢ ὡσ πολεμίαν διαπορεύηται τὴν χώραν. οἱ μὲν οὖν ἄλλοι φιλικῶσ ἐδέχοντο καὶ παρέπεμπον· οἱ δὲ καλούμενοι Τραλλεῖσ, οἷσ καὶ Ξέρξησ, ὡσ λέγεται, ἔδωκε δῶρα, τῆσ διόδου μισθὸν ᾔτουν τὸν Ἀγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα καὶ γυναῖκασ τοσαύτασ· προῆγε καὶ συμβαλὼν αὐτοῖσ παρατεταγμένοισ τρεψάμενοσ καὶ διαφθείρασ πολλοὺσ διῆλθεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기