호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Θάσιοι δὲ τὴν χώραν αὐτῶν διαπορευομένῳ μετὰ τοῦ στρατεύματος ἄλφιτα καὶ χῆνας καὶ τραγήματα καὶ μελίπηκτα καὶ ἄλλα παντοδαπὰ βρώματά τε καὶ πώματα πολυτελῆ ἔπεμψαν: μόνα δὲ τὰ ἄλφιτα δεξάμενος τὰ λοιπὰ ἀπάγειν ἐκέλευσεν ὀπίσω τοὺς κεκομικότας, ὡς οὐδὲν αὐτοῖς ὄντα χρήσιμα. λιπαρούντων δὲ καὶ δεομένων πάντως λαβεῖν, ἐκέλευσεν αὐτὰ τοῖς εἵλωσι διαδοῦναι. "τοὺς ἀνδραγαθίαν ἀσκοῦντας τὰς τοιαύτας λιχνείας οὐχ ἁρμόζει προσίεσθαι: "τὰ γὰρ δελεάζοντα τοὺς ἀνδραποδώδεις τῶν ἐλευθέρων ἀλλότρια.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기