호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῖς δ ἱππεῦσιν ἐλαττωθεὶς ἀνεχώρησεν εἰς Ἔφεσον καὶ τοῖς εὐπόροις προεῖπε παρέχειν ἵππον ἀνθ ἑαυτοῦ καὶ ἄνδρα, ἀπολυόμενον τῆς στρατείας: ὥστε ταχὺ συνήχθησαν καὶ ἵπποι καὶ ἄνδρες ἐπιτήδειοι ἀντὶ δειλῶν καὶ πλουσίων. καὶ τὸν Ἀγαμέμνονα ἔφη ζηλοῦν καὶ γὰρ ἐκεῖνον θήλειαν ἵππον ἀγαθὴν λαβόντα κακὸν ἄνδρα καὶ πλούσιον τῆς στρατείας ἀπολῦσαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기