- 텍스트

Plutarch, Animine an corporis affectiones sint peiores, section 3

(플루타르코스, Animine an corporis affectiones sint peiores, section 3)

διὸ παῖδες ἰατρῶν βούλονται μὲν μὴ νοσεῖν τὸν ἄνθρωπον, νοσοῦντα δὲ μὴ ἀγνοεῖν ὅτι νοσεῖ ὃ τοῖς ψυχικοῖς πάθεσι πᾶσι συμβέβηκεν.? οὔτε γὰρ ἀφραίνοντες οὔτ ἀσελγαίνοντες οὔτ ἀδικοπραγοῦντες ἁμαρτάνειν δοκοῦσιν, ἀλλ ἔνιοι καὶ κατορθοῦν. πυρετὸν μὲν γὰρ οὐδεὶς ὑγίειαν ὠνόμασεν οὐδὲ φθίσιν εὐεξίαν οὐδὲ ποδάγραν ποδώκειαν οὐδ ὠχρίασιν ἐρύθημα, θυμὸν δὲ πολλοὶ καλοῦσιν ἀνδρείαν καὶ ἔρωτα φιλίαν καὶ φθόνον ἅμιλλαν καὶ δειλίαν ἀσφάλειαν. εἶθ οἱ μὲν καλοῦσι τοὺς ἰατρούς, αἰσθάνονται γὰρ ὧν δέονται πρὸς ἃ νοσοῦσιν οἱ δὲ φεύγουσι τοὺς φιλοσόφους, οἰόνται γὰρ ἐπιτυγχάνειν ἐν οἷς διαμαρτάνουσιν. ἐπεὶ τούτῳ γε τῷ λόγῳ χρώμενοι λέγομεν ὅτι κουφότερόν ἐστιν ὀφθαλμία μανίας καὶ ποδάγρα φρενίτιδος, ὁ μὲν γὰρ αἰσθάνεται καὶ καλεῖ τὸν ἰατρὸν κεκραγώς, καὶ παρόντι τὴν ὄψιν ἀλεῖψαι, τὴν φλέβα τεμεῖν, παραδίδωσιν τῆς δὲ μαινομένης Ἀγαύης ἀκούεις ὑπὸ τοῦ πάθους τὰ φίλτατ ἠγνοηκυίας, ἄγομεν ἐξ: οπεος ἕλικα νεότομον ἐπὶ μέλαθρα, μακάριον θήραμα.

Καὶ γὰρ ὁ μὲν τῷ σώματι νοσῶν εὐθὺς ἐνδοὺς καὶ καθεὶς ἑαυτὸν εἰς τὸ κλινίδιον ἡσυχίαν ἄγει θεραπευόμενος, ἂν δέ που μικρὸν ἐξᾴξῃ καὶ διασκιρτήσῃ τὸ σῶμα φλεγμονῆς προσπεσούσης, εἰπών τις τῶν παρακαθημένων πράως, μέν, ὦ ταλαίπωρ, ἀτρέμα σοῖς ἐν δεμνίοις, ἐπέστησε καὶ κατέσχεν. οἱ δ ἐν τοῖς ψυχικοῖς πάθεσιν ὄντες τότε μάλιστα πράττουσι, τόθ ἥκισθ ἡσυχάζουσιν: δὲ πάθη σφοδρότητες ὁρμῶν.

διὸ τὴν ψυχὴν ἠρεμεῖν οὐκ ἐῶσιν, ἀλλ ὅτε μάλιστα δεῖται μονῆς καὶ σιωπῆς καὶ ὑποστολῆς ὁ ἄνθρωπος, τότ αὐτὸν εἰς ὕπαιθρον ἕλκουσι, τότ ἀποκαλύπτουσιν οἱ θυμοὶ, αἱ φιλονεικίαι, οἱ ἔρωτες, αἱ λῦπαι, πολλὰ καὶ δρᾶν ἄνομα καὶ λαλεῖν ἀνάρμοστα τοῖς καιροῖς ἀναγκαζόμενον.?

상위

Plutarch (플루타르코스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION