- 텍스트

Plutarch, An Recte Dictum Sit Latenter Esse Vivendum, section 4

(플루타르코스, An Recte Dictum Sit Latenter Esse Vivendum, section 4)

εἰ δ ἐκ τοῦ βίου καθάπερ ἐκ συμποσίου φῶς ἀναιρεῖς τὴν γνῶσιν, ὡς πάντα ποιεῖν ἐξ ἡδονῆς πρὸς ἡδονὴν λανθάνουσαν, λάθε βιώσας.? τίθεσθαι:

ταῦτα δεῖται σκότους τὰ τέλη, ταῦτα νυκτός, ἐπὶ ταῦτα τὴν λήθην καὶ τὴν ἄγνοιαν. ἐὰν δέ τις ἐν μὲν φυσικοῖς θεὸν ὑμνῇ καὶ δίκην καὶ πρόνοιαν, ἐν δ ἠθικοῖς· νόμον καὶ κοινωνίαν καὶ πολιτείαν, ἐν δὲ πολιτείᾳ τὸ καλὸν ἀλλὰ μὴ τὴν χρείαν, διὰ τί λάθῃ βιώσας· ἵνα μηδένα παιδεύσῃ ἢ μηδενὶ ζηλωτὸς ἀρετῆς μηδὲ παράδειγμα καλὸν γένηται·

εἰ Θεμιστοκλῆς Ἀθηναίους ἐλάνθανεν, οὐκ ἂν ἡ Ἑλλὰς ἀπεώσατο Ξέρξην: εἰ Ῥωμαίους Κάμιλλος, οὐκ ἂν ἡ Ῥώμη πόλις ἔμεινεν: Πλάτων, οὐκ ἂν ἠλευθερώθη ἡ Σικελία.

ὧσπερ δέ, οἶμαι, τὸ φῶς οὐ μόνον φανεροὺς ἀλλὰ καὶ χρησίμους καθίστησιν ἡμᾶς ἀλλήλοις, οὕτως ἡ γνῶσις οὐ μόνον δόξαν ἀλλὰ καὶ πρᾶξιν ταῖς ἀρεταῖς δίδωσιν. καιροῦ παρασχόμενος λάμπει γὰρ ἐν χρείαισιν ὥσπερ εὐγενὴς χαλκός:

ὥς φησι Σοφοκλῆς, ἀλλὰ καὶ ἦθος ἀνδρός, οἱο῀ν εὐρῶτα καὶ γῆρας ἐν ἀπραξίᾳ δι ἀγνοίας ἐφελκόμενον.

ἡσυχία δὲ κωφὴ καὶ βίος ἑδραῖος ἐπὶ σχολῆς ἀποκείμενος οὐ μόνον σῶμα ἀλλὰ καὶ ψυχὴν μαραίνει:

ὡς ἐοίκεν, ἄν τι χρήσιμον ἔχωσι, φθείρονται καὶ ἀπογηράσκουσιν αἱ σύμφυτοι δυνάμεις.?

상위

Plutarch (플루타르코스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION