- 텍스트

Plutarch, An Recte Dictum Sit Latenter Esse Vivendum, section 2

(플루타르코스, An Recte Dictum Sit Latenter Esse Vivendum, section 2)

ἀλλὰ τοῦτο μὲν ἐῶμεν:? αὐτὸ δὲ τὸ πρᾶγμα πῶς οὐ πονηρόν, λάθε βιώσας· ὡς τυμβωρυχήσας· ἀλλ αἰσχρόν ἐστι τὸ ζῆν, ἵν ἀγνοῶμεν πάντες· δ ἂν εἴποιμι, μηδὲ κακῶς βιώσας λάθε, ἀλλὰ γνώσθητι σωφρονίσθητι μετανόησον εἴτ ἀρετὴν ἔχεις, μὴ γένῃ ἄχρηστος εἴτε κακίαν, μὴ μείνῃς ἀθεράπευτος.

μᾶλλον δὲ διελοῦ καὶ διόρισον, τίνι τοῦτο προστάττεις:

εἰ μὲν ἀμαθεῖ καὶ πονηρῷ καὶ ἀγνώμονι, οὐδὲν διαφέρεις τοῦ λέγοντος, λάθε καὶ πυρέττων, λάθε φρενιτίζων, μὴ γνῷ σε ὁ ἰατρός: ἴθι ῥίψας ποι κατὰ σκότου σεαυτόν, ἀγνοούμενος ὁμοῦ τοῖς πάθεσι:

καὶ σὺ ἴθι τῇ κακίᾳ νόσον ἀνήκεστον νοσῶν καὶ ὀλέθριον, ἀποκρύπτων τοὺς φθόνους, τὰς δεισιδαιμονίας, ὥσπερ τινὰς σφυγμούς, δεδιὼς παρασχεῖν τοῖς νουθετεῖν καὶ ἰᾶσθαι δυναμένοις. οἱ δὲ σφόδρα παλαιοὶ καὶ τοὺς νοσοῦντας φανερῶς προῆγον:

τούτων δ ἕκαστος εἴ τι πρόσφορον ἔχοι, παθὼν αὐτὸς ἢ παθόντα θεραπεύσας, ἔφραζε τῷ δεομένῳ: καὶ τέχνην οὕτω φασὶν ἐκ πείρας συνερανιζομένην μεγάλην γενέσθαι. "ὀργίζῃ· "τοῦτο φύλαξαι: "ζηλοτυπεῖς· "ἐκεῖνο ποίησον: "ἐρᾷς· νῦν δ ἀρνούμενοι, ἀποκρυπτόμενοι, περιστέλλοντες, ἐμβαθύνουσι τὴν κακίαν ἑαυτοῖς.?

상위

Plutarch (플루타르코스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION