- 텍스트

Plutarch, An Recte Dictum Sit Latenter Esse Vivendum, section 1

(플루타르코스, An Recte Dictum Sit Latenter Esse Vivendum, section 1)

ἀλλ οὐδ ὁ τοῦτ εἰπὼν λαθεῖν ἠθέλησεν αὐτὸ γὰρ τοῦτ εἶπεν, ἵνα μὴ λάθῃ, ὥς τι φρονῶν περιττότερον:? ἐκ τῆς εἰς ἀδοξίαν προτροπῆς δόξαν ἄδικον ποριζόμενος:

μισῶ σοφιστήν, ὅστις οὐχ αὑτῷ σοφός: λέγουσιν ἐναπομύττεσθαι ταῖς παροψίσιν, ὅπως τοὺς συνεσθίοντας διατρέψαντες αὐτοὶ μόνοι τῶν παρακειμένων ἐμφορηθῶσιν οἱ δ ἀκράτως φιλόδοξοι καὶ κατακόρως διαβάλλουσιν ἑτέροις τὴν δόξαν ὥσπερ ἀντερασταῖς, ἵνα τυγχάνωσιν αὐτῆς ἀνανταγωνίστως καὶ ταὐτὰ τοῖς ἐρέσσουσι ποιοῦσιν:

ὡς γὰρ ἐκεῖνοι, πρὸς τὴν πρύμναν ἀφορῶντες τῆς νεώς, τῇ κατὰ πρῷραν ὁρμῇ συνεργοῦσιν, ὡς ἂν ἐκ τῆς ἀνακοπῆς περίρροια καταλαμβάνουσα συνεπωθῇ τὸ πορθμεῖον, οὕτως οἱ τὰ τοιαῦτα παραγγέλματα διδόντες ὥσπερ ἀπεστραμμένοι τὴν δόξαν διώκουσιν.

ἐπεὶ τί λέγειν ἔδει τοῦτο· τί δὲ γράφειν καὶ γράψαντα ἐκδιδόναι πρὸς τὸν μετὰ ταῦτα χρόνον, εἰ λαθεῖν ἐβούλετο τοὺς ὄντας ὁ μηδὲ τοὺς ἐσομένους·?

상위

Plutarch (플루타르코스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION