- 텍스트

Plutarch, Amatorius, section 26

(플루타르코스, Amatorius, section 26)

ἐνταῦθα μὲν ὁ πατὴρ ἔφη τὸν περὶ Ἔρωτος αὐτοῖς τελευτῆσαι λόγον, τῶν Θεσπιῶν ἐγγὺς οὖσιν:? ὀφθῆναι δὲ προσιόντα θᾶττον ἢ βάδην πρὸς αὐτοὺς ἕνα τῶν Πεισίου ἑταίρων Διογένη: "γάμων ὄντων καὶ προάξετε θᾶσσον, ὡς ὑμᾶς τῆς θυσίας περιμενούσης·

πάντας μὲν οὖν ἡσθῆναι, τὸν δὲ Ζεύξιππον ἐρέσθαι, εἰ ἔτι χαλεπός ἐστι. "συνεχώρησε τῇ Ἰσμηνοδώρᾳ: "καὶ νῦν ἑκὼν στέφανον καὶ λευκὸν ἱμάτιον λαβὼν οἱό῀ς ἐστιν ἡγεῖσθαι δι ἀγορᾶς πρὸς τὸν θεόν. "ἰώμεν, ὅπως ἐπεγγελάσωμεν τἀνδρὶ καὶ τὸν θεὸν προσκυνήσωμεν:

"δῆλος γάρ ἐστι χαίρων καὶ παρὼν εὐμενὴς τοῖς πραττομένοις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION