호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"τὸ δ ἐμπαθὲς ἐν ἀρχῇ καὶ δάκνον, ὦ μακάριε Ζεύξιππε, μὴ φοβηθῇς ὡς ἕλκος ἢ ὀδαξησμὸν καίτοι καὶ μεθ ἕλκους ἴσως οὐδὲν ἢ δεινὸν ὥσπερ τὰ δένδρα συμφυῆ γενέσθαι πρὸς γυναῖκα χρηστήν.? ἕλκωσις δὲ καὶ κυήσεως ἀρχή μῖξις γὰρ οὐκ ἔστι τῶν μὴ πρὸς ἄλληλα πεπονθότων. "ταράττει δὲ καὶ μαθήματα παῖδας ἀρχομένους καὶ φιλοσοφία νέους: "ἀλλ οὔτε τούτοις ἀεὶ παραμένει τὸ δηκτικὸν οὔτε τοῖς ἐρῶσιν, ἀλλ ὥσπερ ὑγρῶν πρὸς ἄλληλα συμπεσόντων ποιεῖν τινα δοκεῖ ζέσιν ἐν ἀρχῇ καὶ τάραξιν ὁ Ἔρως, εἶτα χρόνῳ καταστήσας καὶ καθαιρεθεὶς τὴν βεβαιοτάτην διάθεσιν παρέσχεν. "αὕτη γάρ ἐστιν ὡς ἀληθῶς ἡ δι ὅλων λεγομένη κρᾶσις, ἡ τῶν ἐρώντων: "ἡ δὲ τῶν ἄλλως συμβιούντων ταῖς· "κατ Ἐπίκουρον ἁφαῖς καὶ περιπλοκαῖς· "ἐοίκε, συγκρούσεις λαμβάνουσα καὶ ἀποπηδήσεις, ἑνότητα δ οὐ ποιοῦσα τοιαύτην, οἱάν Ἔρως ποιεῖ γαμικῆς κοινωνίας ἐπιλαβόμενος. "οὔτε γὰρ ἡδοναὶ μείζονες ἀπ ἄλλων οὔτε χρεῖαι συνεχέστεραι πρὸς ἄλλους οὔτε φιλίας τὸ καλὸν ἑτέρας ἔνδοξον οὕτω καὶ ζηλωτόν, ὡς ὅθ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή: "καὶ γὰρ ὁ νόμος βοηθεῖ καὶ γεννήσεως κοινῆς καὶ τοὺς θεοὺς Ἔρωτος ἡ φύσις ἀποδείκνυσι δεομένους. "οὕτω γάρ ἐρᾶν μὲν ὄμβρου γαῖαν οἱ ποιηταὶ λέγουσι καὶ γῆς οὐρανόν, ἐρᾶν δ ἡλίου σελήνην οἱ φυσικοὶ καὶ συγγίγνεσθαι καὶ κυεῖσθαι: "καὶ γῆν δ ἀνθρώπων μητέρα καὶ ζῴων καὶ φυτῶν ἁπάντων γένεσιν οὐκ ἀναγκαῖον ἀπολέσθαι ποτὲ καὶ σβεσθῆναι παντάπασιν, ὅταν ὁ δεινὸς ἔρως ἢ ἵμερος τοῦ θεοῦ τὴν ὕλην ἀπολίπῃ καὶ παύσηται ποθοῦσα καὶ διώκουσα τὴν ἐκεῖθεν ἀρχὴν καὶ κίνησιν· "ἀλλ ἵνα μὴ μακρὰν ἀποπλανᾶσθαι δοκῶμεν ἢ κομιδῇ φλυαρεῖν, οἶσθα τοὺς παιδικοὺς ἔρωτας ὡς εἰς ἀβεβαιότητα πολλὰ λέγουσι καὶ σκώπτουσι λέγοντες, ὥσπερ ᾠὸν αὐτῶν τριχὶ διαιρεῖσθαι τὴν φιλίαν, αὐτοὺς δὲ νομάδων δίκην ἐνεαρίζοντας τοῖς τεθηλόσι καὶ ἀνθηροῖς εἶθ ὡς ἐκ γῆς πολεμίας ἀναστρατοπεδεύειν: "ἔτι δὲ φορτικώτερον ὁ σοφιστὴς Βίων τὰς τῶν καλῶν τρίχας Ἁρμοδίους ἐκάλει καὶ Ἀριστογείτονας, ὡς ἅμα καλῆς τυραννίδος ἀπαλλαττομένους ὑπ αὐτῶν τοὺς ἐραστάς. ταῦτα μὲν οὐ δικαίως κατηγορεῖται τῶν γνησίων ἐραστῶν: "τὰ δ ὑπ Εὐριπίδου ῥηθέντ ἐστὶ κομψά: "ἔφη γὰρ Ἀγάθωνα τὸν καλὸν ἢδη γενειῶντα περιβάλλων καὶ κατασπαζόμενος, ὅτι τῶν καλῶν καὶ τὸ μετόπωρον ἐκδέχεται μόνον οὐδὲν πολιῶσα ἀκμάζων καὶ ῥυτίσιν, ἀλλ ἄχρι τάφων καὶ μνημάτων παραμένει: "καὶ συζυγίας ὀλίγας ἔστι παιδικῶν, μυρίας δὲ γυναικείων ἐρώτων καταριθμήσασθαι, πάσης· "πίστεως κοινωνίαν πιστῶς ἅμα καὶ προθύμως συνδιαφερούσας: "βούλομαι δ ἕν τι τῶν καθ ἡμᾶς ἐπὶ Καίσαρος Οὐεσπασιανοῦ γεγονότων διελθεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기