호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἔτι τοίνυν ἃς λέγουσιν αἰτίας καὶ γενέσεις ἔρωτος, ἴδιαι μὲν οὐδετέρου γένους εἰσὶ κοιναὶ δ ἀμφοτέρων:? "καὶ γὰρ εἴδωλα δήπουθεν ἐνδυόμενα τοῖς ἐρωτικοῖς· "καὶ διατρέχοντα κινεῖν καὶ γαργαλίζειν τὸν ὄγκον εἰς σπέρμα συνολισθάνοντα τοῖς ἄλλοις σχηματισμοῖς· "οὐ δυνατὸν μὲν ἀπὸ παίδων, ἀδυνατὸν δ ἀπὸ γυναικῶν· "καὶ τὰς καλὰς ταύτας καὶ ἱερὰς ἀναμνήσεις καλοῦμεν ἡμεῖς ἐπὶ τὸ θεῖον καὶ ἀληθινὸν καὶ ὀλύμπιον ἐκεῖνο κάλλος, αἷς ψυχὴ πτεροῦται, τί ἂν κωλύοι γίγνεσθαι μὲν ἀπὸ παίδων καὶ ἀπὸ νεανίσκων, γίγνεσθαι δ ἀπὸ παρθένων καὶ γυναικῶν, ὅταν ἦθος ἁγνὸν καὶ κόσμιον ἐν ὡρ´ᾳ καὶ χάριτι μορφῆς διαφανὲς γένηται, καθάπερ ὄρθιον ὑπόδημα δείκνυσι ποδὸς εὐφυϊάν, ὡς Ἀρίστων ἔλεγεν ὅταν ἐν εἴδεσι καλοῖς καὶ καθαροῖς σώμασιν ἴχνη λαμπρὰ καὶ κείμενα ψυχῆς ὀρθὰ καὶ ἄθρυπτα κατίδωσιν οἱ δεινοὶ τῶν τοιούτων αἰσθάνεσθαι· "οὐ γὰρ ὁ μὲν φιλήδονος ἐρωτηθεὶς εἰ πρὸς θῆλυ νεύει μᾶλλον ἢ ἐπὶ τἄρσενα καὶ ἀποκρινάμενος ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος ἔδοξεν οἰκείως ἀποκρίνασθαι τῆς ἐπιθυμίας: "ὁ δὲ φιλόκαλος καὶ γενναῖος οὐ πρὸς τὸ καλὸν οὐδὲ τὴν εὐφυϊάν ἀλλὰ μορίων διαφορὰς ποιεῖται τοὺς ἔρωτας. "καὶ φίλιππος μὲν ἀνὴρ οὐδὲν ἧττον ἀσπάζεται τοῦ Ποδάργου τὴν εὐφυϊάν ἢ Αἴθην τὴν Ἀγαμεμνονέην: "καὶ θηρατικὸς οὐ τοῖς ἄρρεσι χαίρει μόνον, ἀλλὰ καὶ Κρήσσας τρέφει καὶ Λακαίνας σκύλακας: "ὁ δὲ φιλόκαλος· "καὶ φιλάνθρωπος οὐχ ὁμαλός ἐστιν οὐδ ὅμοιος ἀμφοτέροις τοῖς γένεσιν, ἀλλ ὥσπερ ἱματίων οἰόμενος εἶναι διαφορὰς ἐρώτων γυναικῶν καὶ ἀνδρῶν. καίτοι τὴν γ ὡρ´αν ἄνθος ἀρετῆς εἶναι λέγουσι, μὴ φάναι δ ἀνθεῖν τὸ θῆλυ μηδὲ ποιεῖν ἔμφασιν εὐφυϊάς πρὸς ἀρετὴν ἄτοπὸν ἐστι: "καὶ γὰρ Αἰσχύλος ὀρθῶς ἐποίησε νέας γυναικὸς οὔ με μὴ λάθῃ φλέγων ὀφθαλμός, ἣτις ἀνδρὸς γεγευμένη. "πότερον οὖν ἰταμοῦ μὲν ἤθους καὶ ἀκολάστου καὶ διεφθορότος σημεῖα τοῖς εἴδεσι τῶν γυναικῶν ἐπιτρέχει, κοσμίου δὲ καὶ σώφρονος οὐδὲν ἔπεστι τῇ μορφῇ φέγγος· "ἢ πολλὰ μὲν ἔπεστι καὶ συνεπιφαίνεται, κινεῖ δ οὐδὲν οὐδὲ προσκαλεῖται τὸν ἔρωτα· "οὐδέτερον γὰρ εὔλογον οὐδ ἀληθές, ἀλλὰ κοινῶς ὥσπερ δέδεικται τοῖς γένεσι πάντων ὑπαρχόντων, ὥσπερ κοινοῦ συστάντος τοῦ ἀγῶνος ὦ Δαφναῖε, πρὸς ἐκείνους μαχώμεθα τοὺς λόγους, οὓς ὁ Ζεύξιππος ἀρτίως διῆλθεν, ἐπιθυμίᾳ τὸν Ἔρωτα ταὐτὸ ποιῶν ἀκαταστάτῳ καὶ πρὸς τὸ ἀκόλαστον ἐκφερούσῃ τὴν ψυχήν, οὐκ αὐτὸς οὕτω πεπεισμένος ἀκηκοὼς δὲ πολλάκις ἀνδρῶν δυσκόλων καὶ ἀνεράστων: "ὧν οἱ μὲν ἄθλια γύναια προικιδίοις ἐφελκόμενα μετὰ χρημάτων εἰς οἰκονομίαν καὶ λογισμοὺς ἐμβάλλοντες ἀνελευθέρους, ζυγομαχοῦντες ὁσημέραι διὰ χειρὸς ἔχουσιν: "οἱ δὲ παίδων δεόμενοι μᾶλλον ἢ γυναικῶν, ὥσπερ οἱ τέττιγες εἰς σκίλλαν ἤ τι τοιοῦτο τὴν γονὴν ἀφιᾶσιν, οὕτω διὰ τάχους οἷς ἔτυχε σώμασιν ἐναπογεννήσαντες καὶ καρπὸν ἀράμενοι χαίρειν ἐῶσιν ἤδη τὸν γάμον, ἢ μένοντος οὐ φροντίζουσιν οὐδ ἀξιοῦσιν ἐρᾶν οὐδ ἐρᾶσθαι. "στέργεσθαι δὲ καὶ στέργειν ἑνί μοι δοκεῖ γράμματι τοῦ στέγειν παραλλάττον εὐθὺς ἐμφαίνειν τὴν ὑπὸ χρόνου καὶ συνηθείας ἀνάγκῃ μεμιγμένην εὔνοιαν. "ᾧ δ ἂν Ἔρως ἐπισκήψῃ τε καὶ ἐπιπνεύσῃ, πρῶτον μὲν ἐκ τῆς Πλατωνικῆς πόλεως τὸ ἐμόν οὐχ ἕξει καὶ τὸ οὐκ ἐμόν : "οὐ γὰρ ἁπλῶς κοινὰ τὰ φίλων οὐδὲ πάντων ἀλλ οἳ τοῖς σώμασιν ὁριζόμενοι τὰς ψυχὰς βίᾳ, συνάγουσι καὶ συντήκουσι, μήτε βουλόμενοι δύ εἶναι μήτε νομίζοντες. "ἔπειτα σωφροσύνη πρὸς ἀλλήλους, ἧς μάλιστα δεῖται γάμος, ἡ μὲν ἔξωθεν καὶ νόμων πλέον ἔχουσα τοῦ ἑκουσίου τὸ βεβιασμένον ὑπ αἰσχύνης καὶ φόβων, πολλῶν χαλινῶν ἔργον οἰάκων θ ἅμα, διὰ χειρός ἐστιν ἀεὶ τοῖς συνοῦσιν Ἔρωτι δ ἐγκρατείας τοσοῦτον καὶ κόσμου καὶ πίστεως μέτεστιν, ὥστε, κἂν ἀκολάστου ποτὲ θίγῃ ψυχῆς, ἀπέστρεψε τῶν ἄλλων ἐραστῶν, ἐκκόψας δὲ τὸ θράσος καὶ κατακλάσας τὸ σοβαρὸν καὶ ἀνάγωγον, ἐμβαλὼν αἰδῶ καὶ σιωπὴν καὶ ἡσυχίαν καὶ σχῆμα περιθεὶς κόσμιον, ἑνὸς ἐπήκοον ἐποίησεν. "ἴστε δήπουθεν ἀκοῇ Λαϊ´δα τὴν ἀοίδιμον ἐκείνην καὶ πολυήρατον, ὡς ἐπέφλεγε πόθῳ τὴν Ἑλλάδα, μᾶλλον δὲ ταῖς δυσὶν ἦν περιμάχητος θαλάσσαις: "ἐπεὶ δ Ἔρως ἔθιγεν αὐτῆς Ἱππολόχου τοῦ Θεσσαλοῦ, τὸν ὕδατι χλωρῷ κατακλυζόμενον προλιποῦς Ἀκροκόρινθον καὶ ἀποδρᾶσα τῶν ἄλλων ἐραστῶν κρύφα μέγαν στρατὸν ᾤχετο κοσμίως: "ἐκεῖ δ αὐτὴν αἱ γυναῖκες ὑπὸ φθόνου καὶ ζήλου διὰ τὸ κάλλος εἰς ἱερὸν Ἀφροδίτης προαγαγοῦσαι κατέλευσαν καὶ διέφθειραν ὅθεν ὡς ἐοίκεν ἔτι νῦν τὸ ἱερὸν Ἀφροδίτης ἀνδροφόνου καλοῦσιν. "ἴσμεν δὴ καὶ θεραπαινίδια δεσποτῶν φεύγοντα συνουσίας καὶ βασιλίδων ὑπερορῶντας ἰδιώτας, ὅταν Ἔρωτα δεσπότην ἐν ψυχῇ κτήσωνται. "καθάπερ γὰρ ἐν Ῥώμῃ φασὶ τοῦ καλουμένου δικτάτωρος ἀναγορευθέντος ἀποτίθεσθαι τὰς ἄλλας ἀρχὰς τοὺς ἔχοντας, οὕτως, οἷς ἂν Ἔρως κύριος ἐγγένηται, τῶν ἄλλων δεσποτῶν καὶ ἀρχόντων ἐλεύθεροι καὶ ἄφετοι καθάπερ ἱερόδουλοι διατελοῦσιν. "ἡ δὲ γενναία γυνὴ πρὸς ἄνδρα νόμιμον συγκραθεῖσα δι Ἔρωτος ἄρκτων ἂν ὑπομείνειε καὶ δρακόντων περιβολὰς μᾶλλον ἢ ψαῦσιν ἀνδρὸς ἀλλοτρίου καὶ συγκατάκλισιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기