- 텍스트

Plutarch, Amatorius, section 13

(플루타르코스, Amatorius, section 13)

παυσαμένου δὲ τοῦ Πεμπτίδου καὶ τοῦ πατρὸς ἀρξαμένου τι περὶ τούτων λέγειν, ἕτερος ἧκεν ἐκ πόλεως, τὸν Ἀνθεμίωνα μεταπεμπομένης τῆς Ἰσμηνοδώρας:? ἐπέτεινε γὰρ ἡ ταραχή, καὶ τῶν γυμνασιάρχων ἦν διαφορά, τοῦ μὲν οἰομένου δεῖν τὸν Βάκχωνα ἀπαιτεῖν τοῦ δὲ πολυπραγμονεῖν οὐκ ἐῶντος.

ὁ μὲν οὖν Ἀνθεμίων ἀναστὰς ἐβάδιζεν: "καὶ παραβόλου πράγματος, ὦ Πεμπτίδη, μᾶλλον δ ὅλως τὰ ἀκίνητα κινεῖν τῆς περὶ θεῶν δόξης ἣν ἔχομεν, περὶ ἑκάστου λόγον ἀπαιτῶν καὶ ἀπόδειξιν:

"ἀρκεῖ γὰρ ἡ πάτριος καὶ παλαιὰ πίστις, ἧς οὐκ ἔστιν εἰπεῖν οὐδ ἀνευρεῖν τεκμήριον ἐναργέστερον οὐδ εἰ δι ἄκρας τὸ σοφὸν εὑρ´ηται φρενός, ἀλλ ἕδρα τις αὕτη καὶ βάσις ὑφεστῶσα κοινὴ πρὸς εὐσέβειαν, ἐὰν ἐφ ἑνὸς ταράττηται καὶ σαλεύηται τὸ βέβαιον αὐτῆς καὶ νενομισμένον, ἐπισφαλὴς γίγνεται πᾶσι καὶ ὕποπτος. "ἀκούεις δὲ δήπου τὸν Εὐριπίδην, ὡς ἐθορυβήθη ποιησάμενος ἀρχὴν τῆς Μελανίππης ἐκείνης, Ζεύς, ὅστις ὁ Ζεύς, οὐ γὰρ οἶδα πλὴν λόγῳ, μεταλαβὼν δὲ χορὸν ἄλλον ἐθάρρει δ ὡς ἐοίκε τῷ δράματι γεγραμμένῳ πανηγυρικῶς καὶ περιττῶς ἤλλαξε τὸν στίχον ὡς νῦν γέγραπται Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο. "τί οὖν διαφέρει τὴν περὶ τοῦ Διὸς δόξαν ἢ τῆς Ἀθηνᾶς ἢ τοῦ Ἔρωτος εἰς ἀμφίβολον τῷ λόγῳ θέσθαι ἢ καὶ ἄδηλον· "οὐ γὰρ νῦν αἰτεῖ πρῶτον βωμὸν ὁ Ἔρως καὶ θυσίαν οὐδ ἔπηλυς ἔκ τινος βαρβαρικῆς δεισιδαιμονίας, ὥσπερ Ἄτται τινὲς καὶ Ἀδώνιοι λεγόμενοι, δι ἀνδρογύνων καὶ γυναικῶν παραδύεται κρύφα τιμὰς οὐ προσηκούσας καρπούμενος, ὥστε παρεισγραφῆς δίκην φεύγειν καὶ νοθείας τῆς ἐν θεοῖς. ἀλλ ὅταν Ἐμπεδοκλέους ἀκούσῃς λέγοντος, ὦ ἑταῖρε, καὶ Φιλότης ἐν τοῖσιν ἴση μῆκός τε πλάτος τε, τὴν σὺ νόῳ δέρκου, μηδ ὄμμασιν ἧσο τεθηπώς: "ταῦτ οἰέσθαι χρὴ λέγεσθαι περὶ Ἔρωτος: "οὐ γάρ ἐστιν ὁρατὸς ἀλλὰ δοξαστὸς ἡμῖν ὁ θεὸς οὗτος ἐν τοῖς πάνυ παλαιοῖς: "ὧν ἂν περὶ ἑκάστου τεκμήριον ἀπαιτῇς, παντὸς ἁπτόμενος ἱεροῦ καὶ παντὶ βωμῷ σοφιστικὴν ἐπάγων πεῖραν, οὐδέν ἀσυκοφάντητον οὐδ ἀβασάνιστον ἀπολείψεις πόρρω γὰρ οὐκ ἄπειμι τὴν δ Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός· "ἥδ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦς ἔρον, οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν ἔκγονοι. "ζείδωρον γὰρ αὐτὴν Ἐμπεδοκλῆς εὔκαρπον δὲ Σοφοκλῆς ἐμμελῶς πάνυ καὶ πρεπόντως ὠνόμασαν. "ἀλλ ὅμως τὸ μέγα τοῦτο καὶ θαυμαστὸν Ἀφροδίτης μὲν ἔργον Ἔρωτος δὲ πάρεργόν ἐστιν Ἀφροδίτῃ συμπαρόντος: "μὴ συμπαρόντος δὲ κομιδῇ τὸ γιγνόμενον ἄζηλον ἀπολείπεται καὶ ἄτιμον κἄφιλον. "ἀνέραστος γὰρ ὁμιλία καθάπερ πεῖνα καὶ δίψα πλησμονὴν ἔχουσα πέρας εἰς οὐδὲν ἐξικνεῖται καλόν: "ἀλλ ἡ θεὸς Ἔρωτι τὸν κόρον ἀφαιροῦσα τῆς ἡδονῆς φιλότητα ποιεῖ καὶ σύγκρασιν. "διὸ Παρμενίδης μὲν ἀποφαίνει τὸν Ἔρωτα τῶν Ἀφροδίτης ἔργων πρεσβύτατον, ἐν τῇ κοσμογονίᾳ γράφων πρώτιστον μὲν Ἔρωτα θεῶν μητίσατο πάντων. "Ἡσίοδος δὲ φυσικώτερον ἐμοὶ δοκεῖ ποιεῖν Ἔρωτα πάντων προγενέστατον, ἵνα πάντα δι ἐκεῖνον μετάσχῃ γενέσεως. "ἂν οὖν τὸν Ἔρωτα τῶν νενομισμένων τιμῶν ἐκβάλλωμεν, οὐδ αἱ τῆς Ἀφροδίτης κατὰ χώραν μενοῦσιν. "οὐδὲ γὰρ τοῦτ ἔστιν εἰπεῖν, ὅτι τῷ μὲν Ἔρωτι λοιδοροῦνταί τινες ἀπέχονται δ ἐκείνης, ἀλλ ἀπὸ μιᾶς σκηνῆς ἀκούομεν ἔρως γὰρ ἀργὸν κἀπὶ τοιούτοις ἔφυ: "καὶ πάλιν ὦ παῖδες, ἥ τοι Κύπρις οὐ Κύπρις μόνον, ἀλλ ἔστι πολλῶν ὀνομάτων ἐπώνυμος. "ἔστιν μὲν Αἵδης, ἔστι δ ἄφθιτος βία, ἔστιν δὲ λύσσα μανιάς: "ὥσπερ οὐδὲ τῶν ἄλλων θεῶν σχεδὸν ἀλοιδόρητος οὐδεὶς ἐκπέφευγε τὴν εὐλοιδόρητον ἀμαθίαν. "σκόπει δὲ τὸν Ἄρην καθάπερ ἐν πίνακι χαλκῷ τὴν ἀντικειμένην ἐκ διαμέτρου τῷ Ἔρωτι χώραν ἔχοντα πηλίκας εἴληχε τιμὰς ὑπ ἀνθρώπων καὶ πάλιν ὅσα κακῶς ἀκούει, τυφλὸς γάρ, ὦ γυναῖκες, οὐδ ὁρῶν Ἄρης συὸς προσώπῳ πάντα τυρβάζει κακά. καὶ μιαιφόνον Ὅμηρος αὐτὸν καλεῖ καὶ ἀλλοπρόσαλλον ὁ δὲ Χρύσιππος ἐξηγούμενος τοὔνομα τοῦ θεοῦ κατηγορίαν ποιεῖ καὶ διαβολήν: "ἀναιρεῖν γὰρ εἶναι τὸν Ἄρην φησίν, ἀρχὰς διδοὺς τοῖς τὸ μαχητικὸν ἐν ἡμῖν καὶ διάφορον καὶ θυμοειδὲς Ἄρην κεκλῆσθαι νομίζουσιν. "ἕτεροι δ αὖ φήσουσι τὴν Ἀφροδίτην ἐπιθυμίαν εἶναι καὶ τὸν Ἑρμῆν λόγον καὶ τέχνας τὰς Μούσας καὶ φρόνησιν τὴν Ἀθηνᾶν. ὁρᾷς δήπου τὸν ὑπολαμβάνοντα βυθὸν ἡμᾶς ἀθεότητος, ἂν εἰς πάθη καὶ δυνάμεις καὶ ἀρετὰς διαγράφωμεν ἕκαστον τῶν θεῶν ·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION