- 텍스트

Plutarch, Amatorius, section 9 18:

(플루타르코스, Amatorius, section 9 18:)

"τῶν ἀντεραστῶν πρεσβυτέρα οὐδ ἔχει πολιάς, ὥσπερ ἔνιοι τῶν Βάκχωνι προσαναχρωννυμένων.? "εἰ δ οὗτοι καθ ὡρ´αν ὁμιλοῦσι, τί κωλύει κἀκείνην ἐπιμεληθῆναι τοῦ νεανίσκου βέλτιον ἡστινοσοῦν νέας· "δύσμικτα γὰρ τὰ νέα καὶ δυσκέραστα καὶ μόλις ἐν χρόνῳ πολλῷ τὸ φρύαγμα καὶ τὴν ὕβριν ἀφίησιν, ἐν ἀρχῇ δὲ κυμαίνει καὶ ζυγομαχεῖ καὶ μᾶλλον ἂν Ἔρως ἐγγένηται, καὶ καθάπερ πνεῦμα κυβερνήτου μὴ παρόντος, ἐτάραξε καὶ συνέχεε τὸν γάμον οὔτ ἄρχειν δυναμένων οὔτ ἄρχεσθαι βουλομένων. "εἰ δ ἄρχει βρέφους μὲν ἡ τίτθη καὶ παιδὸς ὁ διδάσκαλος ἐφήβου δὲ γυμνασίαρχος ἐραστὴς δὲ μειρακίου γενομένου δ ἐν ἡλικίᾳ νόμος καὶ στρατηγὸς οὐδεὶς δ ἄναρκτος οὐδ αὐτοτελής, τί δεινὸν εἰ γυνὴ νοῦν ἔχουσα πρεσβυτέρα κυβερνήσει νέου βίον ἀνδρός, ὠφέλιμος μὲν οὖσα τῷ φρονεῖν μᾶλλον ἡδεῖα δὲ τῷ φιλεῖν καὶ προσηνής·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION