호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὅτι κινδυνεύομεν ἀναστρέφειν ἀτόπως καὶ γελοίως τὸν Ἡσίοδον, ἂν ἐκείνου λέγοντος μήτε τριηκόντων ἐτέων μάλα πόλλ ἀπολείπων μήτ ἐπιθεὶς μάλα πολλὰ γάμος δέ τοι ὡρ´ιος οὗτος:? "ἡ δὲ γυνὴ τέτορ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο: "σχεδὸν ἡμεῖς ἔτεσι τοσούτοις γυναικὶ πρεσβυτέρᾳ, καθαπερεὶ φοίνικας ἢ σῦκ᾿ ἐρινεοῖς, ὄμφακα καὶ ἀώρον ἄνδρα περιάψωμεν. "ἐρᾶται γὰρ αὐτοῦ νὴ Δία καὶ κάεται: "τίς οὖν ὁ κωλύων ἐστὶ κωμάζειν ἐπὶ θύρας, ᾄδειν τὸ παρακλαυσίθυρον, ἀναδεῖν τὰ εἰκόνια, παγκρατιάζειν πρὸς τοὺς ἀντεραστάς· "ταῦτα γὰρ ἐρωτικά: "καὶ καθείσθω τὰς ὀφρῦς καὶ παυσάσθω τρυφῶσα, σχῆμα λαβοῦσα τῶν τοῦ πάθους οἰκείων. "εἰ δ αἰσχύνεται καὶ σωφρονεῖ, κοσμίως οἴκοι καθήσθω περιμένουσα τοὺς μνωμένους καὶ σπουδάζοντας. "ἐρᾶν δὲ φάσκουσαν γυναῖκα φυγεῖν τις ἂν ἔχοι καὶ βδελυχθείη, μήτι γε λάβοι γάμου ποιησάμενος ἀρχὴν τὴν τοιαύτην ἀκρασίαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기