호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἵν οὖν μὴ παροξύνοντες ἀλλήλους κατὰ μικρὸν εἰς ὀργὴν προαγάγοιεν, ὥσπερ διαιτητὰς ἑλόμενοι καὶ βραβευτὰς τὸν πατέρα καὶ τοὺς σὺν αὐτῷ παρεγένοντο:? καὶ τῶν ἄλλων φίλων οἱο῀ν ἐκ παρασκευῆς τῷ μὲν ὁ Δαφναῖος παρῆν τῷ δ ὁ Πρωτογένης ἀλλ οὗτος μὲν ἀνέδην ἔλεγε κακῶς τὴν Ἰσμηνοδώραν:
"τί οὐκ ἄν τις προσδοκήσειεν, εἰ καὶ Πρωτογένης ἔρωτι πολεμήσων πάρεστιν ᾧ καὶ παιδιὰ πᾶσα καὶ σπουδὴ περὶ Ἔρωτα καὶ δι Ἔρωτος, λήθη μὲν λόγων λήθη δὲ πάτρας, οὐχ ὡς τῷ Λαϊῴ πέντε μόνον ἡμερῶν ἀπέχοντι τῆς πατρίδος· "βραδὺς γὰρ ὁ ἐκείνου καὶ χερσαῖος Ἔρως, ὁ δὲ σὸς ἐκ Κιλικίας Ἀθήναζε λαιψηρὰ κυκλώσας πτερὰ διαπόντιος πέτεται, τοὺς καλοὺς ἐφορῶν καὶ συμπλανώμενος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기