호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μῶν οὖν οὐχ ἓν τῶν καλλίστων ἐστὶν τὸ περὶ τοὺσ θεούσ, ὃ δὴ σπουδῇ διεπερανάμεθα, ὡσ εἰσίν τε καὶ ὅσησ φαίνονται κύριοι δυνάμεωσ, εἰδέναι τε εἰσ ὅσον δυνατόν ἐστιν ταῦτ’ ἄνθρωπον γιγνώσκειν, καὶ τοῖσ μὲν πλείστοισ τῶν κατὰ πόλιν συγγιγνώσκειν τῇ φήμῃ μόνον τῶν νόμων συνακολουθοῦσιν, τοῖσ δὲ φυλακῆσ μεθέξουσιν μηδὲ ἐπιτρέπειν, ὃσ ἂν μὴ διαπονήσηται τὸ πᾶσαν πίστιν λαβεῖν τῶν οὐσῶν περὶ θεῶν; τὴν δὲ μὴ ἐπιτροπὴν εἶναι τὸ μηδέποτε τῶν νομοφυλάκων αἱρεῖσθαι τὸν μὴ θεῖον καὶ διαπεπονηκότα πρὸσ αὐτά, μηδ’ αὖ τῶν πρὸσ ἀρετὴν ἔγκριτον γίγνεσθαι;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기