호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δῆλον ὡσ αὐτῆσ μὲν τῆσ πόλεωσ οὔσησ τοῦ κύτουσ, τῶν δὲ φυλάκων τοὺσ μὲν νέουσ οἱο͂ν ἐν ἄκρᾳ κορυφῇ, ἀπειλεγμένουσ τοὺσ εὐφυεστάτουσ, ὀξύτητασ ἐν πάσῃ τῇ ψυχῇ ἔχοντασ, περὶ ὅλην κύκλῳ τὴν πόλιν ὁρᾶν, φρουροῦντασ δὲ παραδιδόναι μὲν τὰσ αἰσθήσεισ ταῖσ μνήμαισ, τοῖσ πρεσβυτέροισ δὲ ἐξαγγέλουσ γίγνεσθαι πάντων τῶν κατὰ πόλιν, τοὺσ δὲ νῷ ἀπῃκασμένουσ τῷ πολλὰ καὶ ἄξια λόγου διαφερόντωσ φρονεῖν, τοὺσ γέροντασ, βουλεύεσθαι, καὶ ὑπηρέταισ χρωμένουσ μετὰ συμβουλίασ τοῖσ νέοισ, οὕτω δὴ κοινῇ σῴζειν ἀμφοτέρουσ ὄντωσ τὴν πόλιν ὅλην.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기