호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡῖ μὲν τοίνυν ἐστὸν διαφόρω καὶ δύο, σὺ παρ’ ἐμοῦ ἀπείληφασ τῷ λόγῳ· ᾗ δὲ ἓν καὶ ταὐτόν, σὺ πάλιν ἀπόδοσ ἐμοί. διανοοῦ δὲ ὡσ ἐρῶν καὶ ὅπῃ τέτταρα ὄντα ἕν ἐστι, καὶ ἐμὲ δὲ ἀξίου, σοῦ δείξαντοσ ὡσ ἕν, πάλιν ὅπῃ τέτταρα. καὶ δὴ τὸ μετὰ τοῦτο σκοπῶμεν τὸν εἰδότα ἱκανῶσ περὶ ὡντινωνοῦν οἷσ ἔστιν μὲν ὄνομα, ἔστιν δὲ αὖ καὶ λόγοσ, πότερον μόνον ἐπίστασθαι τοὔνομα χρεών, τὸν δὲ λόγον ἀγνοεῖν, ἢ τόν γε ὄντα τι καὶ περὶ τῶν διαφερόντων μεγέθει τε καὶ κάλλει πάντα τὰ τοιαῦτα ἀγνοεῖν αἰσχρόν. ἐοίκεν γοῦν. μεῖζον δή τι νομοθέτῃ τε καὶ νομοφύλακι, καὶ ὃσ ἀρετῇ πάντων διαφέρειν οἰέται καὶ νικητήρια τούτων αὐτῶν εἴληφεν, ἢ ταῦτα αὐτὰ περὶ ὧν νῦν λέγομεν, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη, φρόνησισ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기