호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκοῦν τό γ’ ἡμέτερον, ὦ ξένε, ὀρθῶσ ἂν εἰή πάλαι τιθέμενον; πρὸσ γὰρ ἓν ἔφαμεν δεῖν ἀεὶ πάνθ’ ἡμῖν τὰ τῶν νόμων βλέποντ’ εἶναι, τοῦτο δ’ ἀρετήν που συνεχωροῦμεν πάνυ ὀρθῶσ λέγεσθαι. ναί. τὴν δέ γε ἀρετὴν τέτταρα ἔθεμέν που. πάνυ μὲν οὖν. νοῦν δέ γε πάντων τούτων ἡγεμόνα, πρὸσ ὃν δὴ τά τε ἄλλα πάντα καὶ τούτων τὰ τρία δεῖ βλέπειν. κάλλιστ’ ἐπακολουθεῖσ, ὦ Κλεινία. καὶ τὰ λοιπὰ δὴ συνακολούθει. νοῦν γὰρ δὴ κυβερνητικὸν μὲν καὶ ἰατρικὸν καὶ στρατηγικὸν εἴπομεν εἰσ τὸ ἓν ἐκεῖνο οἷ δεῖ βλέπειν, τὸν δὲ πολιτικὸν ἐλέγχοντεσ ἐνταῦθ’ ἐσμὲν νῦν, καὶ καθάπερ ἄνθρωπον ἐπανερωτῶντεσ εἴποιμεν ἄν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기