호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
περὶ τελευτήσαντασ δή, εἴτε τισ ἄρρην εἴτε τισ θῆλυσ ᾖ, τὰ μὲν περὶ τὰ θεῖα νόμιμα τῶν τε ὑπὸ γῆσ θεῶν καὶ τῶν τῇδε, ὅσα προσήκει τελεῖσθαι, τοὺσ ἐξηγητὰσ γίγνεσθαι κυρίουσ φράζοντασ· θήκασ δ’ εἶναι τῶν χωρίων ὁπόσα μὲν ἐργάσιμα μηδαμοῦ, μήτε τι μέγα μήτε τι σμικρὸν μνῆμα, ἃ δὲ ἡ χώρα πρὸσ τοῦτ’ αὐτὸ μόνον φύσιν ἔχει, τὰ τῶν τετελευτηκότων σώματα μάλιστα ἀλυπήτωσ τοῖσ ζῶσι δεχομένη κρύπτειν, ταῦτα ἐκπληροῦν, τοῖσ δὲ ἀνθρώποισ ὅσα τροφὴν μήτηρ οὖσα ἡ γῆ πρὸσ ταῦτα πέφυκεν βούλεσθαι φέρειν, μήτε ζῶν μήτε τισ ἀποθανὼν στερείτω τὸν ζῶνθ’ ἡμῶν. χῶμα δὲ μὴ χοῦν ὑψηλότερον πέντε ἀνδρῶν ἔργον, ἐν πένθ’ ἡμέραισ ἀποτελούμενον·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기