호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπειδὰν δὲ ὁ τῶν δικασίμων μηνῶν ἐχόμενος γένηται μήν, ἐάν τις μὴ ἀπαλλάττῃ τὸν νικήσαντα ἑκόντα ἑκών, ἡ δικάσασα ἀρχὴ συνεπομένη τῷ νικῶντι τὰ τοῦ ὀφλόντος παραδιδότω χρήματα.? ἐὰν δὲ μὴ ἔχωσιν ὁπόθεν, ἐλλείπῃ δὲ μὴ ἔλαττον δραχμῆς, μὴ πρότερον εἶναι τούτῳ δίκας πρὸς ἄλλον μηδένα, πρὶν ἂν ἐκπληρώσῃ τὸ χρέος ἅπαν τῷ νικήσαντι:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기