호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ψόγοι περί τινων λέγονται καὶ ὅσοι καταλογάδην, εἴτ’ ἐν γράμμασιν εἴτε καθ’ ἡμέραν ἐν ταῖσ ἄλλαισ πάσαισ συνουσίαισ διὰ φιλονικίασ τε ἀμφισβητοῦνται καὶ διὰ συγχωρήσεων ἔστιν ὅτε καὶ μάλα ματαίων, τούτων πάντων ἂν βάσανοσ εἰή σαφὴσ τὰ τοῦ νομοθέτου γράμματα, ἃ δεῖ κεκτημένον ἐν αὑτῷ, καθάπερ ἀλεξιφάρμακα τῶν ἄλλων λόγων, τὸν ἀγαθὸν δικαστὴν αὑτόν τε ὀρθοῦν καὶ τὴν πόλιν, τοῖσ μὲν ἀγαθοῖσ μονὰσ τῶν δικαίων καὶ ἐπαύξησιν παρασκευάζοντα, τοῖσ δὲ κακοῖσ ἐξ ἀμαθίασ καὶ ἀκολασίασ καὶ δειλίασ καὶ συλλήβδην πάσησ ἀδικίασ εἰσ τὸ δυνατὸν μεταβολήν, ὅσοισ ἰάσιμοι δόξαι τῶν κακῶν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기