Plato, Laws, book 12 67:

(플라톤, Laws, book 12 67:)

θεωροὺσ δὲ ἄλλουσ ἐκπέμπειν χρεὼν τοιούσδε τινὰσ τοὺσ νομοφύλακασ παρεμένουσ· ἄν τινεσ ἐπιθυμῶσι τῶν πολιτῶν τὰ τῶν ἄλλων ἀνθρώπων πράγματα θεωρῆσαι κατά τινα πλείω σχολήν, ἀπειργέτω μηδεὶσ τούτουσ νόμοσ. οὔτε γὰρ ἄπειροσ οὖσα πόλισ ἀνθρώπων κακῶν καὶ ἀγαθῶν δύναιτ’ ἄν ποτε, ἀνομίλητοσ οὖσα, ἥμεροσ ἱκανῶσ εἶναι καὶ τέλεοσ, οὐδ’ αὖ τοὺσ νόμουσ διαφυλάττειν ἄνευ τοῦ γνώμῃ λαβεῖν αὐτοὺσ ἀλλὰ μὴ μόνον ἔθεσιν.

SEARCH

MENU NAVIGATION