호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰσ δὲ κατὰ πόλεμον καὶ στρατείασ ἀποδημίασ οὐκ ἐν ἐκδημίαισ πολιτικαῖσ ἄξιον ἀγορεύειν ὡσ τούτων οὔσασ. Πυθώδε τῷ Ἀπόλλωνι καὶ εἰσ Ὀλυμπίαν τῷ Διὶ καὶ εἰσ Νεμέαν καὶ εἰσ Ἰσθμὸν χρὴ πέμπειν κοινωνοῦντασ θυσιῶν τε καὶ ἀγώνων τούτοισ τοῖσ θεοῖσ, πέμπειν δὲ εἰσ δύναμιν ὅτι πλείστουσ ἅμα καὶ καλλίστουσ τε καὶ ἀρίστουσ, οἵτινεσ εὐδόκιμον τὴν πόλιν ἐν ἱεραῖσ τε καὶ εἰρηνικαῖσ συνουσίαισ ποιήσουσι δοκεῖν, τοῖσ περὶ τὸν πόλεμον ἀντίστροφον ἀποδιδόντεσ δόξησ παρασκευήν, ἐλθόντεσ δὲ οἴκαδε διδάξουσι τοὺσ νέουσ ὅτι δεύτερα τὰ τῶν ἄλλων ἐστὶ νόμιμα τὰ περὶ τὰσ πολιτείασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기