호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἂν μὲν γὰρ οἱ τοὺσ ἄρχοντασ ἐξευθύνοντεσ βελτίουσ ὦσιν ἐκείνων, καὶ τοῦτ’ ἐν δίκῃ ἀμέμπτῳ τε καὶ ἀμέμπτωσ, ἡ πᾶσα οὕτω θάλλει τε καὶ εὐδαιμονεῖ χώρα καὶ πόλισ· ἐὰν δ’ ἄλλωσ τὰ περὶ τὰσ εὐθύνασ τῶν ἀρχόντων γίγνηται, τότε λυθείσησ τῆσ τὰ πάντα πολιτεύματα συνεχούσησ εἰσ ἓν δίκησ, ταύτῃ πᾶσα ἀρχὴ διεσπάσθη χωρὶσ ἑτέρα ἀπ’ ἄλλησ, καὶ οὐκ εἰσ τὸ αὐτὸ ἔτι νεύουσαι, πολλὰσ ἐκ μιᾶσ τὴν πόλιν ποιοῦσαι, στάσεων ἐμπλήσασαι ταχὺ διώλεσαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기