Plato, Laws, book 11 144:

(플라톤, Laws, book 11 144:)

μαίνονται μὲν οὖν πολλοὶ πολλοὺσ τρόπουσ· οὓσ μὲν νῦν εἴπομεν, ὑπὸ νόσων, εἰσὶν δὲ οἳ διὰ θυμοῦ κακὴν φύσιν ἅμα καὶ τροφὴν γενομένην, οἳ δὴ σμικρᾶσ ἔχθρασ γενομένησ, πολλὴν φωνὴν ἱέντεσ κακῶσ ἀλλήλουσ βλασφημοῦντεσ λέγουσιν, οὐ πρέπον ἐν εὐνόμων πόλει γίγνεσθαι τοιοῦτον οὐδὲν οὐδαμῇ οὐδαμῶσ. εἷσ δὴ περὶ κακηγορίασ ἔστω νόμοσ περὶ πάντασ ὅδε·

SEARCH

MENU NAVIGATION