호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὃν ἂν θυμὸσ ἐπίῃ μηδαμῶσ εὐτυχήσ, εἴτ’ οὖν ἐν δίκῃ εἴτε καὶ μή, ὃν ἔτεκέ τε καὶ ἐξεθρέψατο, τοῦτον ἐπιθυμεῖν ἀπαλλάξαι τῆσ αὑτοῦ συγγενείασ, μὴ φαύλωσ οὕτωσ ἐξέστω μηδ’ εὐθὺσ τοῦτο δρᾶν, πρῶτον δὲ συλλεξάτω τοὺσ αὑτοῦ συγγενεῖσ μέχρι ἀνεψιῶν καὶ τοὺσ τοῦ ὑέοσ ὡσαύτωσ τοὺσ πρὸσ μητρόσ, κατηγορείτω δὲ ἐν τούτοισ, διδάσκων ὡσ ἄξιοσ ἅπασιν ἐκ τοῦ γένουσ ἐκκεκηρῦχθαι, δότω δὲ καὶ τῷ ὑεῖ λόγουσ τοὺσ ἴσουσ ὡσ οὐκ ἄξιόσ ἐστι τούτων οὐδὲν πάσχειν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기