호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἕνα δὲ τοῦτον νόμον ἔχων ὀρφανῶν πέρι πᾶσ ἐπιτροπευέτω· ἐὰν δὲ ἄλλωσ τισ περὶ τὰ τοιαῦτα πράττῃ παρὰ τὸν νόμον τόνδε, ὁ μὲν ἄρχων ζημιούτω τὸν ἐπίτροπον, ὁ δὲ ἐπίτροποσ τὸν ἄρχοντα εἰσ τὸ τῶν ἐκκρίτων δικαστήριον εἰσάγων ζημιούτω τῷ δόξαντι τιμήματι τῷ δικαστηρίῳ διπλῇ. ἐὰν δ’ ἐπίτροποσ ἀμελεῖν ἢ κακουργεῖν δοκῇ τοῖσ οἰκείοισ ἢ καὶ τῶν ἄλλων τινὶ πολιτῶν, εἰσ ταὐτὸν ἀγέτω δικαστήριον· ὅτι δ’ ἂν ὄφλῃ, τετραπλασίαν μὲν τούτου τίνειν, γιγνέσθω δὲ τὸ μὲν ἥμισυ τοῦ παιδόσ, τὸ δ’ ἥμισυ τοῦ καταδικασαμένου τὴν δίκην.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기