호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα δὲ ἀληθεῖσ μέν, μακροὶ δ’ εἰσὶν περιέχοντεσ λόγοι, πιστεύειν δὲ ταῖσ ἄλλαισ φήμαισ χρεὼν περὶ τὰ τοιαῦτα, οὕτω πολλαῖσιν καὶ σφόδρα παλαιαῖσ οὔσαισ, πιστεύειν δ’ αὖ καὶ τοῖσ νομοθετοῦσιν ταῦθ’ οὕτωσ ἔχειν, ἄνπερ μὴ παντάπασιν ἄφρονεσ φαίνωνται. ταύτῃ δὲ εἰ ταῦτ’ ἐστὶν κατὰ φύσιν, πρῶτον μὲν τοὺσ ἄνω θεοὺσ φοβείσθων, οἳ τῶν ὀρφανῶν τῆσ ἐρημίασ αἰσθήσεισ ἔχουσιν, εἶτα τὰσ τῶν κεκμηκότων ψυχάσ, αἷσ ἐστιν ἐν τῇ φύσει τῶν αὑτῶν ἐκγόνων κήδεσθαι διαφερόντωσ καὶ τιμῶσίν τε αὐτοὺσ εὐμενεῖσ εἶναι καὶ ἀτιμάζουσιν δυσμενεῖσ, ἔτι δὲ τὰσ τῶν ζώντων μέν, ἐν γήρᾳ δὲ ὄντων καὶ ἐν μεγίσταισ τιμαῖσ ‐ ὅπουπερ πόλισ εὐνομοῦσα εὐδαιμονεῖ, τούτουσ οἱ παῖδεσ παίδων φιλοστοργοῦντεσ ζῶσι μεθ’ ἡδονῆσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기