호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔστιν δ’ ὅτε καὶ συμφορὰν τὴν μεγίστην τοῦ νομοθέτου προστάττοντοσ, ἀπειθεῖν ἀναγκάζοιτ’ ἂν τῷ νόμῳ, μαινόμενα κηδεύματα ἀναγκάζοντοσ λαμβάνειν ἢ δεινὰσ ἄλλασ σωμάτων ἢ ψυχῶν συμφοράσ, ἃσ ἀβίωτον ζῆν κεκτημένῳ. ὁ δὴ νῦν λόγοσ ἡμῖν περὶ τούτων ὅδε νόμοσ κείσθω· ἐάν τινεσ ἄρα περὶ διαθήκησ ἐγκαλῶσι τοῖσ κειμένοισ νόμοισ, περί τε ἄλλων ὡντινωνοῦν καὶ δὴ καὶ περὶ γάμων, ἦ μὴν παρόντα καὶ ζῶντα αὐτὸν τὸν νομοθέτην μήποτ’ ἂν ἀναγκάσαι πράττειν οὕτω, μηδὲ γῆμαι μηδὲ γήμασθαι, τοὺσ νῦν ἀναγκαζομένουσ ἑκάτερα δρᾶν, ὁ δέ τισ τῶν οἰκείων ἤ τισ ἐπίτροποσ φῇ, διαιτητὰσ φάναι καὶ πατέρασ τοὺσ πεντεκαίδεκα τῶν νομοφυλάκων καταλιπεῖν τοῖσ ὀρφανοῖσ καὶ ὀρφαναῖσ τὸν νομοθέτην·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기