호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πάντωσ μὲν δὴ καλὸν ἐπιτήδευμα θεῶν ὀνόματα μὴ χραίνειν ῥᾳδίωσ, ἔχοντα ὡσ ἔχουσιν ἡμῶν ἑκάστοτε τὰ πολλὰ οἱ πλεῖστοι καθαρότητόσ τε καὶ ἁγνείασ τὰ περὶ τοὺσ θεούσ· εἰ δ’ οὖν μὴ πείθοιτο, ὅδε νόμοσ· ὁ πωλῶν ὁτιοῦν ἐν ἀγορᾷ μηδέποτε δύο εἴπῃ τιμὰσ ὧν ἂν πωλῇ, ἁπλῆν δὲ εἰπών, ἂν μὴ τυγχάνῃ ταύτησ, ἀποφέρων ὀρθῶσ ἂν ἀποφέροι πάλιν, καὶ ταύτησ τῆσ ἡμέρασ μὴ τιμήσῃ πλέονοσ μηδὲ ἐλάττονοσ, ἔπαινοσ δὲ ὁρ́κοσ τε περὶ παντὸσ τοῦ πωλουμένου ἀπέστω·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기