호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐὰν δέ τισ ἐλεύθεροσ, πρὸσ τῷ ἀνελεύθεροσ εἶναι δοκεῖν καὶ ἀκοινώνητοσ νόμων, δεκαπλάσιον τῆσ τιμῆσ τοῦ κινηθέντοσ ἀποτινέτω τῷ καταλιπόντι. ἐὰν δέ τισ ἐπαιτιᾶται τῶν αὑτοῦ χρημάτων ἔχειν τινὰ πλέον ἢ καὶ σμικρότερον, ὁ δὲ ὁμολογῇ μὲν ἔχειν, μὴ τὸ ἐκείνου δέ, ἂν μὲν ἀπογεγραμμένον ᾖ παρὰ τοῖσ ἄρχουσιν τὸ κτῆμα κατὰ νόμον, τὸν ἔχοντα καλείσθω πρὸσ τὴν ἀρχήν, ὁ δὲ καθιστάτω. γενομένου δὲ ἐμφανοῦσ, ἐὰν ἐν τοῖσ γράμμασιν ἀπογεγραμμένον φαίνηται ποτέρου τῶν ἀμφισβητούντων, ἔχων οὗτοσ ἀπίτω·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기