호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κοινὸν δ’ ἐπὶ τούτοισ πᾶσιν νόμον κεῖσθαι χρεών, ὃσ ἐλάττω τε εἰσ θεοὺσ αὐτῶν τοὺσ πολλοὺσ ἔργῳ καὶ λόγῳ πλημμελεῖν ἂν ποιοῖ, καὶ δὴ καὶ ἀνοήτουσ ἧττον γίγνεσθαι, διὰ τὸ μὴ ἐξεῖναι θεοπολεῖν παρὰ νόμον. ἔστω γὰρ νόμοσ ὅδε τοῖσ σύμπασιν κείμενοσ ἁπλῶσ· Ιἑρὰ μηδὲ εἷσ ἐν ἰδίαισ οἰκίαισ ἐκτήσθω· θύειν δ’ ὅταν ἐπὶ νοῦν ἰῄ τινί, πρὸσ τὰ δημόσια ἴτω θύσων, καὶ τοῖσ ἱερεῦσί τε καὶ ἱερείαισ ἐγχειριζέτω τὰ θύματα, οἷσ ἁγνεῖαι τούτων ἐπιμελεῖσ. συνευξάσθω δὲ αὐτόσ τε καὶ ὃν ἂν ἐθέλῃ μετ’ αὐτοῦ συνεύχεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기