호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσαύτωσ δὲ καὶ τὸ θεοὺσ νομίζον ἀμελεῖν δύ’ ἕτερα γεννᾷ, καὶ τὸ παραιτητοὺσ ἄλλα δύο. τούτων δὴ ταύτῃ διεστηκότων, τοὺσ μὲν ὑπ’ ἀνοίασ ἄνευ κάκησ ὀργῆσ τε καὶ ἤθουσ γεγενημένουσ εἰσ τὸ σωφρονιστήριον ὁ δικαστὴσ τιθέμενοσ νόμῳ τιθέσθω μηδὲν ἔλαττον ἐτῶν πέντε, ἐν τούτῳ δὲ τῷ χρόνῳ μηδεὶσ τῶν πολιτῶν αὐτοῖσ ἄλλοσ συγγιγνέσθω πλὴν οἱ τοῦ νυκτερινοῦ συλλόγου κοινωνοῦντεσ, ἐπὶ νουθετήσει τε καὶ τῇ τῆσ ψυχῆσ σωτηρίᾳ ὁμιλοῦντεσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기