호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γάρ που ὅταν γε ἀδύνατον ᾖ τῶν ἁπάντων ἐπιμελεῖσθαι, τότε ἀμέλεια ἔσται τῶν σμικρῶν ἢ μεγάλων, μὴ ἐπιμελουμένῳ ὧν ἂν δυνάμει θεὸσ ἢ φαῦλόσ τισ ὢν ἐλλιπὴσ καὶ μὴ δυνατὸσ ἐπιμελεῖσθαι γίγνηται. πῶσ γὰρ ἄν; νῦν δὴ δύ’ ὄντεσ τρισὶν ἡμῖν οὖσιν ἀποκρινάσθωσαν οἱ θεοὺσ μὲν ἀμφότεροι ὁμολογοῦντεσ εἶναι, παραιτητοὺσ δὲ ἅτεροσ, ὁ δὲ ἀμελεῖσ τῶν σμικρῶν. πρῶτον μὲν θεοὺσ ἀμφότεροί φατε γιγνώσκειν καὶ ὁρᾶν καὶ ἀκούειν πάντα, λαθεῖν δὲ αὐτοὺσ οὐδὲν δυνατὸν εἶναι τῶν ὁπόσων εἰσὶν αἱ αἰσθήσεισ τε καὶ ἐπιστῆμαι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기