호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δὲ μανικῶσ τε καὶ ἀτάκτωσ ἔρχεται, τὴν κακήν. καὶ ταῦτα ὀρθῶσ. τίνα οὖν δὴ νοῦ κίνησισ φύσιν ἔχει; τοῦτο ἤδη χαλεπόν, ὦ φίλοι, ἐρώτημα ἀποκρινόμενον εἰπεῖν ἐμφρόνωσ· διὸ δὴ καὶ ἐμὲ τῆσ ἀποκρίσεωσ ὑμῖν δίκαιον τὰ νῦν προσλαμβάνειν. εὖ λέγεισ. μὴ τοίνυν ἐξ ἐναντίασ οἱο͂ν εἰσ ἥλιον ἀποβλέποντεσ, νύκτα ἐν μεσημβρίᾳ ἐπαγόμενοι, ποιησώμεθα τὴν ἀπόκρισιν, ὡσ νοῦν ποτε θνητοῖσ ὄμμασιν ὀψόμενοί τε καὶ γνωσόμενοι ἱκανῶσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기