호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰσ ἱερὰ δὲ ἴδια καὶ τάφουσ δεύτερα καὶ δευτέρωσ, εἰσ δὲ γονέασ τρίτα, χωρὶσ τῶν ἔμπροσθεν εἰρημένων, ὅταν ὑβρίζῃ τισ. τέταρτον δὲ γένοσ ὕβρεωσ, ὅταν ἀφροντιστῶν τισ ἀρχόντων ἄγῃ ἢ φέρῃ ἢ χρῆταί τινι τῶν ἐκείνων μὴ πείσασ αὐτούσ, πέμπτον δὲ τὸ πολιτικὸν ἂν εἰή ἑκάστου τῶν πολιτῶν ὑβρισθὲν δίκην ἐπικαλούμενον. οἷσ δὴ δοτέον εἰσ κοινὸν νόμον ἑκάστοισ. ἱεροσυλία μὲν γὰρ εἴρηται συλλήβδην, βίαιόσ τε καὶ λάθρᾳ ἐὰν γίγνηται, τί χρὴ πάσχειν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기