호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπειδὴ δὲ οἷσ ἡμεῖσ νομοθετοῦμεν, οὐχ ἥκιστα ἐμμελεῖσ αὐτοὺσ οἰόμεθ’ ἂν τῶν τοιούτων γίγνεσθαι κριτάσ, ἐπιτρεπτέον δὴ τὰ πλεῖστα. οὐ μὴν ἀλλ’ ὅπερ πολλάκισ εἴπομέν τε καὶ ἐδράσαμεν ἐν τῇ τῶν ἔμπροσθεν νομοθετήσει νόμων, τὸ περιγραφήν τε καὶ τοὺσ τύπουσ τῶν τιμωριῶν εἰπόντασ, δοῦναι τὰ παραδείγματα τοῖσι δικασταῖσ τοῦ μήποτε βαίνειν ἔξω τῆσ δίκησ, τότε τε ἦν ὀρθότατα ἔχον καὶ δὴ καὶ νῦν τοῦτο αὐτὸ ποιητέον, ἐπανελθόντα ἤδη πάλιν ἐπὶ τοὺσ νόμουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기