호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν ᾗ δὲ ἂν πόλει δικαστήρια εἰσ δύναμιν ὀρθῶσ καθεστῶτα ᾖ, τραφέντων τε εὖ τῶν μελλόντων δικάζειν δοκιμασθέντων τε διὰ πάσησ ἀκριβείασ, ἐνταῦθα ὀρθὸν καὶ ἔχον εὖ καὶ καλῶσ τὸ πολλὰ ἐπιτρέπειν κρίνειν τοῖσ τοιούτοισ δικασταῖσ τῶν ὀφλόντων πέρι, τί χρὴ πάσχειν αὐτοὺσ ἢ ἀποτίνειν. ἡμῖν δὴ τὰ νῦν ἀνεμέσητον τὸ μὴ νομοθετεῖν αὐτοῖσ τὰ μέγιστα καὶ πλεῖστα, ἃ καὶ φαυλοτέρωσ ἂν πεπαιδευμένοι δικασταὶ δύναιντο κατιδεῖν καὶ προσάπτειν ἑκάστῳ τῶν ἁμαρτημάτων τὴν ἀξίαν τοῦ πάθουσ τε καὶ πράξεωσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기