호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὃσ ἂν ἐκ προνοίασ τε καὶ ἀδίκωσ ὁντιναοῦν τῶν ἐμφυλίων αὐτόχειρ κτείνῃ, πρῶτον μὲν τῶν νομίμων εἰργέσθω, μήτε ἱερὰ μήτε ἀγορὰν μήτε λιμένασ μήτε ἄλλον κοινὸν σύλλογον μηδένα μιαίνων, ἐάντε τισ ἀπαγορεύῃ τῷ δράσαντι ταῦτα ἀνθρώπων καὶ ἐὰν μή ‐ ὁ γὰρ νόμοσ ἀπαγορεύει καὶ ἀπαγορεύων ὑπὲρ πάσησ τῆσ πόλεωσ ἀεὶ φαίνεταί τε καὶ φανεῖται ‐ ὁ δὲ μὴ ἐπεξιὼν δέον, ἢ μὴ προαγορεύων εἴργεσθαι, τῶν ἐντὸσ ἀνεψιότητοσ, πρὸσ ἀνδρῶν τε καὶ γυναικῶν προσήκων τῷ τελευτήσαντι, πρῶτον μὲν τὸ μίασμα εἰσ αὑτὸν καὶ τὴν τῶν θεῶν ἔχθραν δέχοιτο, ὡσ ἡ τοῦ νόμου ἀρὰ τὴν φήμην προτρέπεται, τὸ δὲ δεύτερον ὑπόδικοσ τῷ ἐθέλοντι τιμωρεῖν ὑπὲρ τοῦ τελευτήσαντοσ γιγνέσθω.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기