호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ γὰρ αἰκίασ δίκαισ ταῖσ ἐσχάταισ ἔνοχοσ ἂν γίγνοιτο καὶ ἀσεβείασ ὡσαύτωσ καὶ ἱεροσυλίασ, τὴν τοῦ γεννητοῦ ψυχὴν συλήσασ, ὥστ’ εἴπερ οἱο͂́ν τ’ ἦν τὸ πολλάκισ ἀποθνῄσκειν τὸν αὐτόν, καὶ τὸν πατροφόνον ἢ μητροκτόνον, ἐξεργασάμενον θυμῷ τοῦτο, δικαιότατον θανάτων πολλῶν ἦν τυγχάνειν. ᾧ γὰρ μόνῳ οὐδ’ ἀμυνομένῳ θάνατον, μέλλοντι ὑπὸ τῶν γονέων τελευτήσεσθαι, παρέξει νόμοσ οὐδεὶσ κτεῖναι τὸν πατέρα ἢ μητέρα, τοὺσ εἰσ φῶσ τὴν ἐκείνου φύσιν ἀγαγόντασ, ἀλλ’ ὑπομείναντα τὰ πάντα πάσχειν πρίν τι δρᾶν τοιοῦτον νομοθετήσει, πῶσ τούτῳ δίκησ γε ἄλλωσ προσῆκον τυγχάνειν ἂν γίγνοιτο ἐν νόμῳ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기