호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ οἱ κακοὶ πάντεσ εἰσ πάντα εἰσὶν ἄκοντεσ κακοί· τούτου δὲ οὕτωσ ἔχοντοσ, ἀνάγκη που τούτῳ συνέπεσθαι τὸν ἑξῆσ λόγον. τίνα λέγεισ; ὡσ ὁ μὲν ἄδικόσ που κακόσ, ὁ δὲ κακὸσ ἄκων τοιοῦτοσ. ἀκουσίωσ δὲ ἑκούσιον οὐκ ἔχει πράττεσθαί ποτε λόγον· ἄκων οὖν ἐκείνῳ φαίνοιτ’ ἂν ἀδικεῖν ὁ ἀδικῶν τῷ τὴν ἀδικίαν ἀκούσιον τιθεμένῳ, καὶ δὴ καὶ νῦν ὁμολογητέον ἐμοί· σύμφημι γὰρ ἄκοντασ ἀδικεῖν πάντασ ‐ εἰ καί τισ φιλονικίασ ἢ φιλοτιμίασ ἕνεκα ἄκοντασ μὲν ἀδίκουσ εἶναί φησιν, ἀδικεῖν μὴν ἑκόντασ πολλούσ, ὅ γ’ ἐμὸσ λόγοσ ἐκεῖνοσ ἀλλ’ οὐχ οὗτοσ ‐ τίνα οὖν αὖ τρόπον ἔγωγε συμφωνοίην ἂν τοῖσ ἐμαυτοῦ λόγοισ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기