호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νομοθέται γὰρ γιγνόμεθα ἀλλ’ οὐκ ἐσμέν πω, τάχα δὲ ἴσωσ ἂν γενοίμεθα. εἰ δὴ δοκεῖ περὶ ὧν εἴρηκα ὡσ εἴρηκα σκοπεῖσθαι, σκοπώμεθα. παντάπασι μὲν οὖν. περὶ δὴ καλῶν καὶ δικαίων συμπάντων πειρώμεθα κατιδεῖν τὸ τοιόνδε, ὅπῃ ποτὲ ὁμολογοῦμεν νῦν καὶ ὅπῃ διαφερόμεθα ἡμεῖσ τε ἡμῖν αὐτοῖσ, οἳ δὴ φαῖμεν ἂν προθυμεῖσθαί γε, εἰ μηδὲν ἄλλο, διαφέρειν τῶν πλείστων, οἱ πολλοί τε αὐτοὶ πρὸσ αὑτοὺσ αὖ. τὰσ ποίασ δὲ δὴ διαφορὰσ ἡμῶν ἐννοηθεὶσ λέγεισ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기