호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡμῖν δ’ ‐ εἰπεῖν σὺν θεῷ ‐ ἔξεστι, καθάπερ ἢ λιθολόγοισ ἢ καί τινοσ ἑτέρασ ἀρχομένοισ συστάσεωσ, παραφορήσασθαι χύδην ἐξ ὧν ἐκλεξόμεθα τὰ πρόσφορα τῇ μελλούσῃ γενήσεσθαι συστάσει, καὶ δὴ καὶ κατὰ σχολὴν ἐκλέξασθαι. τιθῶμεν οὖν ἡμᾶσ νῦν εἶναι μὴ τοὺσ ἐξ ἀνάγκησ οἰκοδομοῦντασ, ἀλλὰ τοὺσ ἐπὶ σχολῆσ ἔτι τὰ μὲν παρατιθεμένουσ, τὰ δὲ συνιστάντασ· ὥστε ὀρθῶσ ἔχει τὰ μὲν ἤδη τῶν νόμων λέγειν ὡσ τιθέμενα, τὰ δ’ ὡσ παρατιθέμενα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기